Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.316 Joseph. AJ 4.320 (English) >>Joseph. AJ 4.324

4.318ἀνθʼ ὧν προευλογῆσαι τὴν τοῦ θεοῦ δύναμιν, μελήσει καὶ πρὸς τὸ μέλλον ὑμῶν, ἀπαλλασσόμενος καλῶς ἔχειν ἡγησάμην, αὐτός τε ταύτην ὀφειλομένην ἀμοιβὴν ἀποδιδοὺς καὶ καταλείπων εἰς μνήμην ὑμῖν τὸ σέβειν τε καὶ τιμᾶν προσήκειν τοῦτον ὑμῖν καὶ τοὺς νόμους πάντων ὧν τε παρέσχηκε καὶ μένων εὐμενὴς ἔτι παρέξει δώρημα κάλλιστον φυλάττειν. 4.319ὡς δεινὸς μὲν ἐχθρὸς καὶ ἄνθρωπος νομοθέτης ὑβριζομένων αὐτῷ τῶν νόμων καὶ μάτην κειμένων, θεοῦ δὲ μὴ πειραθείητε χαλεπαίνοντος ὑπὲρ ἀμελουμένων νόμων, οὓς αὐτὸς γεννήσας ὑμῖν ἔδωκε.” 4.320

Μωυσέος δὲ ταῦτα πρὸς τελευτῇ τοῦ βίου φήσαντος καὶ μετʼ εὐλογίας ἑκάστῃ τῶν φυλῶν προφητεύσαντος τὰ καὶ γενόμενα τὸ πλῆθος εἰς δάκρυα προύπεσεν, ὡς καὶ τὰς γυναῖκας στερνοτυπουμένας ἐμφανίζειν τὸ ἐπʼ αὐτῷ τεθνηξομένῳ πάθος. καὶ οἱ παῖδες δὲ θρηνοῦντες ἔτι μᾶλλον ὡς ἀσθενέστεροι κρατεῖν λύπης ἐδήλουν, ὅτι τῆς ἀρετῆς αὐτοῦ καὶ μεγαλουργίας παρʼ αὐτὴν τὴν ἡλικίαν συνίεσαν. 4.321ἦν δὲ κατʼ ἐπίνοιαν τοῖς τε νέοις καὶ προηβηκόσιν ἅμιλλα τῆς λύπης· οἱ μὲν γὰρ εἰδότες οἵου ἐστέρηνται κηδεμόνος περὶ τοῦ μέλλοντος ἀπεθρήνουν, τοῖς δὲ καὶ περὶ τούτου τὸ πένθος ἦν καὶ ὅτι μήπω καλῶς τῆς ἀρετῆς αὐτοῦ γεγευμένοις ἀπολείπεσθαι συνέβαινεν αὐτοῦ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.316 Joseph. AJ 4.320 (English) >>Joseph. AJ 4.324

Powered by PhiloLogic